Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.146 Joseph. AJ 11.151 (English) >>Joseph. AJ 11.155

11.149καθισάντων δὲ ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, παρόντων ἅμα καὶ τῶν πρεσβυτέρων καὶ ὑπὸ τοῦ κρύους ἀηδῶς διακειμένων, ἀναστὰς Ἔζδρας ᾐτιᾶτο ἐκείνους λέγων παρανομῆσαι γήμαντας οὐκ ἐξ ὁμοφύλων· νῦν μέντοι γε ποιήσειν αὐτοὺς τῷ μὲν θεῷ κεχαρισμένα συμφέροντα δὲ αὐτοῖς ἀποπεμψαμένους τὰς γυναῖκας. 11.150οἱ δὲ ποιήσειν μὲν τοῦτο πάντες ἐξεβόησαν, τὸ δὲ πλῆθος εἶναι πολύ, καὶ τὴν ὥραν τοῦ ἔτους χειμέριον, καὶ τὸ ἔργον οὐ μιᾶς οὐδὲ δευτέρας ἡμέρας ὑπάρχειν. ἀλλʼ οἵ τε ἡγεμόνες τούτοις καὶ οἱ συνοικοῦντες ταῖς ἀλλοφύλοις παραγενέσθωσαν λαβόντες χρόνον καὶ πρεσβυτέρους ἐξ οὗ ἂν θελήσωσιν 11.151τόπου τοὺς συνεπισκεψομένους τὸ τῶν γεγαμηκότων πλῆθος.” καὶ ταῦτα δόξαν αὐτοῖς ἀρξάμενοι τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς ἀναζητεῖν τοὺς συνοικοῦντας ταῖς ἀλλοεθνέσιν εὗρον ἕως τῆς τοῦ μηνὸς τοῦ ἐχομένου νουμηνίας ποιησάμενοι τὴν ἔρευναν πολλοὺς ἔκ τε τῶν Ἰησοῦ ἐκγόνων τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν Ἰσραηλιτῶν, 11.152οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν κριοὺς καταθύσαντες αὐτῷ. τὰ δὲ ὀνόματα αὐτῶν λέγειν οὐκ ἔδοξεν ἡμῖν ἀναγκαῖον εἶναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.146 Joseph. AJ 11.151 (English) >>Joseph. AJ 11.155

Powered by PhiloLogic